Ancient Greek · ~3 min
1.10.5 to 1.10.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.10.5-7
Not analysed yet
Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς ἀπειθοῦσαν δὲ ἱκετηρία. Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ. Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.”