Ancient Greek · ~2 min
Book 1, Chapter 15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.15.5
Not analysed yet
Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ· ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου.