Ancient Greek · ~2 min
1.15.6 to 1.15.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.15.6-7
Not analysed yet
Τῷ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς. Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί· οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾅδοντες τὰ ὀρνίθων ᾅσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ.