Ancient Greek · ~2 min
Book 1, Chapter 15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.15.8
Not analysed yet
Οἱ ᾠδοὶ δὲ τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾅδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν· οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός· ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ὁ ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.