Ancient Greek · ~2 min
Book 1, Chapter 19
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.19.1
Not analysed yet
Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ.