Ancient Greek · ~1 min
1.19.2 to 1.19.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.19.2-3
Not analysed yet
Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς γὰρ κιθάρας αὐτὴν ὁ καιρὸς ἐκάλει· ἐμοὶ δὲ ἐδόκει παρεῖναι, ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς ὀφθαλμοῖς. Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος· ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.