Ancient Greek
1.2.1 to 1.2.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.2.1-2
Not analysed yet
Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς “ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν” ἔφη “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” “Καὶ τί πέπονθασ” εἶπον, “ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος ἀνεγείρεισ” εἶπε “λόγων· τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε” ἔφην, “πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν,