Ancient Greek · ~2 min
Book 1, Chapter 2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.2.3
Not analysed yet
εἰ καὶ μύθοις ἔοικε.” Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος “ὥρα μοι” ἔφην “τῆς τῶν λόγων ἀκροάσεως· πάντως δ᾽ ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.”