Ancient Greek · ~1 min
Book 1, Chapter 3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.3.3
Not analysed yet
Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη.