Ancient Greek · ~2 min
Book 1, Chapter 3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.3.2
Not analysed yet
Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν ʽοὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν̓, ἀλλ’ ἵνα κουφότερον πάσχοντες φέρωσι.