Ancient Greek · ~1 min
Book 1, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.9.7
Not analysed yet
οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.”