Ancient Greek · ~3 min
1.10.1 to 1.10.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.10.1-3
Not analysed yet
“Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν. Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ’ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον, τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν γνώμην ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι.