Ancient Greek · ~3 min
Book 2, Chapter 1
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.1
Not analysed yet
Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην· ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα. Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὅ λόγος· “εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα. Ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.” Ἡ μὲν ταῦτα ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.