Ancient Greek
Book 2, Chapter 14
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.14.1
Not analysed yet
Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.