Ancient Greek · ~2 min
Book 2, Chapter 14
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.14.2
Not analysed yet
Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος.” “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ· τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ ἐνταῦθα. Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.