Ancient Greek · ~2 min
2.15.1 to 2.15.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.15.1-2
Not analysed yet
Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν· καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς.