Ancient Greek · ~2 min
Book 2, Chapter 15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.15.3
Not analysed yet
Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα δὲ οἵαν Ὅμηρος τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.