Ancient Greek · ~2 min
Book 2, Chapter 16
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.16.2
Not analysed yet
Ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, νομίσας Λευκίππην εἶναι ʽἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκἀ, πυθόμενος οὐδὲν ʽἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέασ̓ δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ’ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. Πανήγυρις δὲ ἐπέκειτο, καθ’ ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν.