Ancient Greek · ~3 min
Book 2, Chapter 17
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.17
Not analysed yet
Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν. Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει. Ὁ δὲ ʽἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸσ̓ ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν·” ἔνθα ὁ λέμβος ἐφήδρευε.