Ancient Greek · ~5 min
Book 2, Chapter 18
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.18
Not analysed yet
Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ’ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο. Ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι. Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’ εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην ἄγουσι·” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος. Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ’ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.