Ancient Greek
Book 2, Chapter 22
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.22.2
Not analysed yet
ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. Ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. Τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; Ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες,