Ancient Greek · ~2 min
Book 2, Chapter 22
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.22.3
Not analysed yet
ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν· ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης· ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ· ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.