Ancient Greek · ~4 min
2.22.4 to 2.22.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.22.4-7
Not analysed yet
Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.” ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ’ αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν. Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν. Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ· ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον. Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. Ὡς δ’ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν “ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.” ”ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε.