Ancient Greek · ~3 min
Book 2, Chapter 27
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.27
Not analysed yet
Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν. Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.” Ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. Ταῦτα ἔδοξε· καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν· εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. Κοιμηθέντες οὖν τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.