Ancient Greek · ~2 min
Book 2, Chapter 28
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.28
Not analysed yet
Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. Ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖσ” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ καὶ ἡ Κλειὼ πέφευγεν.” Ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε καὶ λέγει “τί πλέον εἴπω σοι, τίνα δ’ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; Εἰ παρθενίας ἐστί τις δοκιμασία, δοκίμασον.” “Ἔτι καὶ τοῦτο” ἔφη ἡ Πάνθεια “λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν.” Ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω.