Ancient Greek · ~2 min
Book 2, Chapter 32
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.32
Not analysed yet
Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.