Ancient Greek · ~2 min
Book 2, Chapter 33
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.33
Not analysed yet
Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον. Λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ Μενέλαοσ” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ ὑμέτερα τίνα;” “Ἐγὼ Κλειτοφῶν, οὗτος Κλεινίας, Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.”