Ancient Greek · ~2 min
Book 2, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.5.2
Not analysed yet
ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.” Ἐδόκουν πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως ἀντεφθέγγετο “ναί, τολμηρέ, κατ’ ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω· πῶς δυνήσῃ με φυγεῖν; Ἂν ψυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ· ἂν δὲ κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ.”