Ancient Greek · ~2 min
Book 2, Chapter 6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.6
Not analysed yet
Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην· μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε” ἔφην “δέσποινα.” Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’ εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.” “Τὸν Ἑρμῆν λέγεις; τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “Ποῖον Ἑρμῆν; τί ληρεῖσ” εἶπον “εἰδυῖα σαφῶς ὃ λέγω;” Ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.