Ancient Greek · ~2 min
Book 3, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.10.1
Not analysed yet
Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον “ὦ θεοὶ καὶ δαίμονεσ” ἔφην “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;