Ancient Greek · ~4 min
3.10.2 to 3.10.6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.10.2-6
Not analysed yet
Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τῷ γὰρ πονοῦντι τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον. Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. Ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι. Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; Ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα. Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾅδει. Μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν· μέμφομαί σου τῇ φιλανθρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.”