Ancient Greek · ~3 min
Book 3, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.12
Not analysed yet
Ταῦθ’ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη· καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν· ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν ὁ ἵππος καὶ οὐκ εἶχε φάλαρα· τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ “εἴ τισ” ἔφη “παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.” Οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό μου καὶ ἐξεκρέματο βοῶσα. Τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον· ἀπέσπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. Ἀράμενοι οὖν αὐτὴν μετέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους.