Ancient Greek · ~3 min
Book 3, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.11
Not analysed yet
Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην· τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν· ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς. Ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. Λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν “τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;” “Ὅτι μοι” ἔφη “πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.”