Ancient Greek · ~1 min
3.16.1 to 3.16.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.16.1-2
Not analysed yet
Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα. Περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.