Ancient Greek · ~2 min
Book 3, Chapter 16
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.16.3
Not analysed yet
Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος “Λευκίππη” λέγων “ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ᾽ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.