Ancient Greek
3.16.4 to 3.16.5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.16.4-5
Not analysed yet
Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια. Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”