Ancient Greek
Book 3, Chapter 19
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.19.3
Not analysed yet
Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.” Οἱ δὲ “ἀλλ’ ὅπωσ” ἔφησαν “ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.” Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. “λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν ὁ λόγος.”