Ancient Greek · ~5 min
3.20.1 to 3.20.6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.20.1-6
Not analysed yet
Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην. Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ’ αὐτήν. Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται· καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ’ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι. Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν. Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται· καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ “προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι” ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον,