Ancient Greek · ~2 min
3.21.5 to 3.21.6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.21.5-6
Not analysed yet
Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομ Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.” Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.”