Ancient Greek · ~6 min
Book 3, Chapter 22
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.22
Not analysed yet
“Ὁ δὲ χρηστὸς οὗτος “μέγα μὲν” ἔφη “τὸ ἔργον, ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.” “Νομίζω δὲ” ἔφην “ζῆν καὶ Κλειτοφῶντα. Ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον, οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ’ αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον μάχην ἐκπεφευγέναι· ὥστε ἀποκείσεταί σοι παρ’ αὐτῷ ἡ χάρις καὶ ἅμα ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.” Ταῦτα λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. Ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν· ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα “νόμος ἡμῖν’ ἔφη “τοὺς πρωτομύστας τῆς ἱερουργίας ἄρχεσθαι, μάλιστα ὅταν ἄνθρωπον καταθύειν δέῃ. Ὥρα τοίνυν εἰς αὔριον σοὶ παρασκευάζεσθαι πρὸς τὴν θυσίαν· δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι.” “καὶ μάλα” οὗτος ἔφη “προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι. Στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.” “Υμῶν” ὁ λῄσταρχος ἔφη “τὸ ἱερεῖον.” Στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ’ ἑαυτούς, καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφῇ, τὴν ἡμέραν ἔνδον μένειν. “Ἤν δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον.” Ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν. Καὶ τὰ λοιπὰ οἶδας.” ”