Ancient Greek · ~1 min
Book 3, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.9.1
Not analysed yet
Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.