Ancient Greek · ~2 min
Book 3, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.9.2
Not analysed yet
Ἐπεὶ δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλοσ” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ’ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες.