Ancient Greek · ~4 min
Book 4, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.11
Not analysed yet
Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους. Αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ’ αὑτὸν ἦν· τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους. Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω “Κερκάσωρος ὄνομα τῇ κώμῃ” πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος. Ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι. Ἀλλ’ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παῤ Ἕλλησι ποταμῶν· τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται.