Ancient Greek · ~7 min
4.12.1 to 4.12.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.12.1-7
Not analysed yet
Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον. Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ’ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος. Ἔστι δ’ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν· καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο, οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται· περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον, τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι· ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ· εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι· αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι· τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι. Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι.