Ancient Greek · ~1 min
Book 4, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.12.8
Not analysed yet
Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα “ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν” ,ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι· ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα· λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.