Ancient Greek · ~4 min
4.14.1 to 4.14.4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.14.1-4
Not analysed yet
Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις. Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα. Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους·