Ancient Greek · ~2 min
Book 4, Chapter 14
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.14.5
Not analysed yet
τῶν δ’ ἄλλων ἀδιήγητος θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν· οἱ δὲ ὑπ’ ἐκπλήξεως παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.