Ancient Greek · ~5 min
4.15.1 to 4.15.5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.15.1-5
Not analysed yet
Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας. Προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με “σωτὴρ ἥκω σὸσ” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον “μὴ Γοργίασ” εἶπον “τυγχάνεις;” “Οὐ μὲν οὖν” εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.” Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω “τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μὲν” ἔφη “Αἰγύπτιος στρατιώτης· νῦν δὲ οὐκέτ’ ἔστιν, ἀλλ’ ἔργον γέγονε τῶν βουκόλων· ἤρα δὲ τῆς σῆς γυναικός. Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται. Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως· ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ