Ancient Greek · ~2 min
Book 4, Chapter 15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.15.6
Not analysed yet
λύσει τὸ πρότερον.” “Ἀλλὰ σοὶ μὲν” ἔφην “ἀγαθὰ γένοιτο τῆς διακονίας· τὸν δ’ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.” Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω “εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.