Ancient Greek · ~3 min
4.17.1 to 4.17.4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.17.1-4
Not analysed yet
Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον καὶ ἄγριον.” Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν· ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν “ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι; μάντευσαί τι καὶ νῦν καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά σου σωφρονεῖ.” Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ